Bible Reader1 Samuel 3Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
1καὶ τὸ παιδάριον Σαμουηλ ἦν λειτουργῶν τῷ κυρίῳ ἐνώπιον Ηλι τοῦ ἱερέως καὶ ῥῆμα κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν ὅρασις διαστέλλουσαCopy Greek citation
2καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ Ηλι ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι καὶ οὐκ ἠδύνατο βλέπεινCopy Greek citation
3καὶ ὁ λύχνος τοῦ θεοῦ πρὶν ἐπισκευασθῆναι καὶ Σαμουηλ ἐκάθευδεν ἐν τῷ ναῷ οὗ ἡ κιβωτὸς τοῦ θεοῦCopy Greek citation
5καὶ ἔδραμεν πρὸς Ηλι καὶ εἶπεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ εἶπεν οὐ κέκληκά σε ἀνάστρεφε κάθευδε καὶ ἀνέστρεψεν καὶ ἐκάθευδενCopy Greek citation
6καὶ προσέθετο κύριος καὶ ἐκάλεσεν Σαμουηλ Σαμουηλ καὶ ἐπορεύθη πρὸς Ηλι τὸ δεύτερον καὶ εἶπεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ εἶπεν οὐ κέκληκά σε ἀνάστρεφε κάθευδεCopy Greek citation
8καὶ προσέθετο κύριος καλέσαι Σαμουηλ ἐν τρίτῳ καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ηλι καὶ εἶπεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ ἐσοφίσατο Ηλι ὅτι κύριος κέκληκεν τὸ παιδάριονCopy Greek citation
9καὶ εἶπεν ἀνάστρεφε κάθευδε τέκνον καὶ ἔσται ἐὰν καλέσῃ σε καὶ ἐρεῖς λάλει κύριε ὅτι ἀκούει ὁ δοῦλός σου καὶ ἐπορεύθη Σαμουηλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦCopy Greek citation
10καὶ ἦλθεν κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ καὶ εἶπεν Σαμουηλ λάλει ὅτι ἀκούει ὁ δοῦλός σουCopy Greek citation
11καὶ εἶπεν κύριος πρὸς Σαμουηλ ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ισραηλ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦCopy Greek citation
12ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ηλι πάντα ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ ἄρξομαι καὶ ἐπιτελέσωCopy Greek citation
13καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ ὅτι κακολογοῦντες θεὸν υἱοὶ αὐτοῦ καὶ οὐκ ἐνουθέτει αὐτοὺς καὶ οὐδ᾿ οὕτωςCopy Greek citation
14ὤμοσα τῷ οἴκῳ Ηλι εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ηλι ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνοςCopy Greek citation
15καὶ κοιμᾶται Σαμουηλ ἕως πρωὶ καὶ ὤρθρισεν τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας οἴκου κυρίου καὶ Σαμουηλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν τῷ ΗλιCopy Greek citation
17καὶ εἶπεν τί τὸ ῥῆμα τὸ λαληθὲν πρὸς σέ μὴ δὴ κρύψῃς ἀπ᾿ ἐμοῦ τάδε ποιήσαι σοι ὁ θεὸς καὶ τάδε προσθείη ἐὰν κρύψῃς ἀπ᾿ ἐμοῦ ῥῆμα ἐκ πάντων τῶν λόγων
18καὶ ἀπήγγειλεν Σαμουηλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ᾿ αὐτοῦ καὶ εἶπεν Ηλι κύριος αὐτός τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσειCopy Greek citation
19καὶ ἐμεγαλύνθη Σαμουηλ καὶ ἦν κύριος μετ᾿ αὐτοῦ καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆνCopy Greek citation
20καὶ ἔγνωσαν πᾶς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὅτι πιστὸς Σαμουηλ εἰς προφήτην τῷ κυρίῳCopy Greek citation
21καὶ προσέθετο κύριος δηλωθῆναι ἐν Σηλωμ ὅτι ἀπεκαλύφθη κύριος πρὸς Σαμουηλ καὶ ἐπιστεύθη Σαμουηλ προφήτης γενέσθαι τῷ κυρίῳ εἰς πάντα Ισραηλ ἀπ᾿ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων καὶ