Bible ReaderDaniel Th 10Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
1ἐν ἔτει τρίτῳ Κύρου βασιλέως Περσῶν λόγος ἀπεκαλύφθη τῷ Δανιηλ οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτασαρ καὶ ἀληθινὸς ὁ λόγος καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳCopy Greek citation
3ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶνCopy Greek citation
4ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου καὶ ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου αὐτός ἐστιν ΕδδεκελCopy Greek citation
5καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ εἷς ἐνδεδυμένος βαδδιν καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη ἐν χρυσίῳ ΩφαζCopy Greek citation
6καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσις καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις
7καὶ εἶδον ἐγὼ Δανιηλ μόνος τὴν ὀπτασίαν καὶ οἱ ἄνδρες οἱ μετ᾿ ἐμοῦ οὐκ εἶδον τὴν ὀπτασίαν ἀλλ᾿ ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ᾿ αὐτούς καὶ ἔφυγον ἐν φόβῳCopy Greek citation
8καὶ ἐγὼ ὑπελείφθην μόνος καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν καὶ οὐκ ἐκράτησα ἰσχύοςCopy Greek citation
9καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ καὶ ἐν τῷ ἀκοῦσαί με αὐτοῦ ἤμην κατανενυγμένος καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆνCopy Greek citation
11καὶ εἶπεν πρός με Δανιηλ ἀνὴρ ἐπιθυμιῶν σύνες ἐν τοῖς λόγοις οἷς ἐγὼ λαλῶ πρὸς σέ καὶ στῆθι ἐπὶ τῇ στάσει σου ὅτι νῦν ἀπεστάλην πρὸς σέ καὶ ἐν τῷ λαλῆσαι
12καὶ εἶπεν πρός με μὴ φοβοῦ Δανιηλ ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι καὶ κακωθῆναι ἐναντίον τοῦ θεοῦ σου ἠκούσθησαν οἱ λόγοι σου καὶ
13καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν καὶ ἰδοὺ Μιχαηλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθεν βοηθῆσαί μοι καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ
14καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέραςCopy Greek citation
15καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ᾿ ἐμοῦ κατὰ τοὺς λόγους τούτους ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ κατενύγηνCopy Greek citation
16καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον ἐμοῦ κύριε ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη
17καὶ πῶς δυνήσεται ὁ παῖς σου κύριε λαλῆσαι μετὰ τοῦ κυρίου μου τούτου καὶ ἐγὼ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοίCopy Greek citation
19καὶ εἶπέν μοι μὴ φοβοῦ ἀνὴρ ἐπιθυμιῶν εἰρήνη σοι ἀνδρίζου καὶ ἴσχυε καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ᾿ ἐμοῦ ἴσχυσα καὶ εἶπα λαλείτω ὁ κύριός μου ὅτι ἐνίσχυσάς μεCopy Greek citation
20καὶ εἶπεν εἰ οἶδας ἵνα τί ἦλθον πρὸς σέ καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ ἄρχοντος Περσῶν καὶ ἐγὼ ἐξεπορευόμην καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετοCopy Greek citation
21ἀλλ᾿ ἢ ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν γραφῇ ἀληθείας καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ᾿ ἐμοῦ περὶ τούτων ἀλλ᾿ ἢ Μιχαηλ ὁ ἄρχων ὑμῶνCopy Greek citation