Bible ReaderDeuteronomy 17Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
1οὐ θύσεις κυρίῳ τῷ θεῷ σου μόσχον ἢ πρόβατον ἐν ᾧ ἐστιν ἐν αὐτῷ μῶμος πᾶν ῥῆμα πονηρόν ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστινCopy Greek citation
2ἐὰν δὲ εὑρεθῇ ἐν σοὶ ἐν μιᾷ τῶν πόλεών σου ὧν κύριος ὁ θεός σου δίδωσίν σοι ἀνὴρ ἢ γυνή ὅστις ποιήσει τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου παρελθεῖν τὴν διαθήκηνCopy Greek citation
3καὶ ἐλθόντες λατρεύσωσιν θεοῖς ἑτέροις καὶ προσκυνήσωσιν αὐτοῖς τῷ ἡλίῳ ἢ τῇ σελήνῃ ἢ παντὶ τῶν ἐκ τοῦ κόσμου τοῦ οὐρανοῦ ἃ οὐ προσέταξενCopy Greek citation
4καὶ ἀναγγελῇ σοι καὶ ἐκζητήσεις σφόδρα καὶ ἰδοὺ ἀληθῶς γέγονεν τὸ ῥῆμα γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ΙσραηλCopy Greek citation
5καὶ ἐξάξεις τὸν ἄνθρωπον ἐκεῖνον ἢ τὴν γυναῖκα ἐκείνην καὶ λιθοβολήσετε αὐτοὺς ἐν λίθοις καὶ τελευτήσουσινCopy Greek citation
6ἐπὶ δυσὶν μάρτυσιν ἢ ἐπὶ τρισὶν μάρτυσιν ἀποθανεῖται ὁ ἀποθνῄσκων οὐκ ἀποθανεῖται ἐφ᾿ ἑνὶ μάρτυριCopy Greek citation
7καὶ ἡ χεὶρ τῶν μαρτύρων ἔσται ἐπ᾿ αὐτῷ ἐν πρώτοις θανατῶσαι αὐτόν καὶ ἡ χεὶρ παντὸς τοῦ λαοῦ ἐπ᾿ ἐσχάτων καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶνCopy Greek citation
8ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀνὰ μέσον αἷμα αἵματος καὶ ἀνὰ μέσον κρίσις κρίσεως καὶ ἀνὰ μέσον ἁφὴ ἁφῆς καὶ ἀνὰ μέσον ἀντιλογία ἀντιλογίας ῥήματα κρίσεως ἐν
9καὶ ἐλεύσῃ πρὸς τοὺς ἱερεῖς τοὺς Λευίτας καὶ πρὸς τὸν κριτήν ὃς ἂν γένηται ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐκζητήσαντες ἀναγγελοῦσίν σοι τὴν κρίσινCopy Greek citation
10καὶ ποιήσεις κατὰ τὸ πρᾶγμα ὃ ἐὰν ἀναγγείλωσίν σοι ἐκ τοῦ τόπου οὗ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ φυλάξῃ σφόδρα ποιῆσαι κατὰ πάντα
11κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν ἣν ἂν εἴπωσίν σοι ποιήσεις οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος οὗ ἐὰν ἀναγγείλωσίν σοι δεξιὰ οὐδὲ ἀριστεράCopy Greek citation
12καὶ ὁ ἄνθρωπος ὃς ἂν ποιήσῃ ἐν ὑπερηφανίᾳ τοῦ μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι κυρίου τοῦ θεοῦ σου ἢ τοῦ κριτοῦ ὃς ἂν ᾖ ἐν
14ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ καὶ κληρονομήσῃς αὐτὴν καὶ κατοικήσῃς ἐπ᾿ αὐτῆς καὶ εἴπῃς καταστήσω ἐπ᾿ ἐμαυτὸν ἄρχοντα καθὰ καὶ
15καθιστῶν καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν ἐκ τῶν ἀδελφῶν σου καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον ὅτι
16διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς Αἴγυπτον ὅπως πληθύνῃ ἑαυτῷ ἵππον ὁ δὲ κύριος εἶπεν οὐ προσθήσετε ἀποστρέψαι τῇ ὁδῷ ταύτῃ ἔτιCopy Greek citation
17καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας οὐδὲ μεταστήσεται αὐτοῦ ἡ καρδία καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφόδραCopy Greek citation
18καὶ ἔσται ὅταν καθίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ καὶ γράψει ἑαυτῷ τὸ δευτερονόμιον τοῦτο εἰς βιβλίον παρὰ τῶν ἱερέων τῶν ΛευιτῶνCopy Greek citation
19καὶ ἔσται μετ᾿ αὐτοῦ καὶ ἀναγνώσεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ ἵνα μάθῃ φοβεῖσθαι κύριον τὸν θεὸν αὐτοῦ φυλάσσεσθαι πάσας τὰς ἐντολὰς ταύτας καὶ τὰ δικαιώματα ταῦτα
20ἵνα μὴ ὑψωθῇ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ ἵνα μὴ παραβῇ ἀπὸ τῶν ἐντολῶν δεξιὰ ἢ ἀριστερά ὅπως ἂν μακροχρονίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ αὐτὸς καὶ οἱ υἱοὶ