Bible ReaderExodus 10Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
1εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων εἴσελθε πρὸς Φαραω ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ ἵνα ἑξῆς ἐπέλθῃ τὰ σημεῖα ταῦτα ἐπ᾿ αὐτούςCopy Greek citation
2ὅπως διηγήσησθε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις καὶ τὰ σημεῖά μου ἃ ἐποίησα ἐν αὐτοῖς καὶ γνώσεσθε ὅτι ἐγὼ
3εἰσῆλθεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ εἶπαν αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων ἕως τίνος οὐ βούλει ἐντραπῆναί με ἐξαπόστειλον τὸν λαόν μου ἵνα λατρεύσωσίν
4ἐὰν δὲ μὴ θέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σουCopy Greek citation
5καὶ καλύψει τὴν ὄψιν τῆς γῆς καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν καὶ κατέδεται πᾶν τὸ περισσὸν τῆς γῆς τὸ καταλειφθέν ὃ κατέλιπεν ὑμῖν ἡ χάλαζα καὶ κατέδεται πᾶν ξύλον
6καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου οὐδὲ οἱ πρόπαπποι
7καὶ λέγουσιν οἱ θεράποντες Φαραω πρὸς αὐτόν ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον ἐξαπόστειλον τοὺς ἀνθρώπους ὅπως λατρεύσωσιν τῷ θεῷ αὐτῶν ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν ΑἴγυπτοςCopy Greek citation
8καὶ ἀπέστρεψαν τόν τε Μωυσῆν καὶ Ααρων πρὸς Φαραω καὶ εἶπεν αὐτοῖς πορεύεσθε καὶ λατρεύσατε τῷ θεῷ ὑμῶν τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοιCopy Greek citation
9καὶ λέγει Μωυσῆς σὺν τοῖς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεθα σὺν τοῖς υἱοῖς καὶ θυγατράσιν καὶ προβάτοις καὶ βουσὶν ἡμῶν ἔστιν γὰρ ἑορτὴ κυρίου τοῦ θεοῦ ἡμῶνCopy Greek citation
10καὶ εἶπεν πρὸς αὐτούς ἔστω οὕτως κύριος μεθ᾿ ὑμῶν καθότι ἀποστέλλω ὑμᾶς μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν ἴδετε ὅτι πονηρία πρόκειται ὑμῖνCopy Greek citation
11μὴ οὕτως πορευέσθωσαν δὲ οἱ ἄνδρες καὶ λατρεύσατε τῷ θεῷ τοῦτο γὰρ αὐτοὶ ζητεῖτε ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου ΦαραωCopy Greek citation
12εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων ὃν
13καὶ ἐπῆρεν Μωυσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν καὶ κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα τὸ πρωὶ ἐγενήθη καὶ ὁ ἄνεμος
14καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα προτέρα αὐτῆς οὐ γέγονεν τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτωςCopy Greek citation
15καὶ ἐκάλυψεν τὴν ὄψιν τῆς γῆς καὶ ἐφθάρη ἡ γῆ καὶ κατέφαγεν πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης οὐχ ὑπελείφθη χλωρὸν
16κατέσπευδεν δὲ Φαραω καλέσαι Μωυσῆν καὶ Ααρων λέγων ἡμάρτηκα ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶςCopy Greek citation
17προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασθε πρὸς κύριον τὸν θεὸν ὑμῶν καὶ περιελέτω ἀπ᾿ ἐμοῦ τὸν θάνατον τοῦτονCopy Greek citation
19καὶ μετέβαλεν κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ ΑἰγύπτουCopy Greek citation
21εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν καὶ γενηθήτω σκότος ἐπὶ γῆν Αἰγύπτου ψηλαφητὸν σκότοςCopy Greek citation
22ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν καὶ ἐγένετο σκότος γνόφος θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέραςCopy Greek citation
23καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας πᾶσι δὲ τοῖς υἱοῖς Ισραηλ ἦν φῶς ἐν πᾶσιν οἷς κατεγίνοντο
24καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων λέγων βαδίζετε λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολίπεσθε καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ᾿ ὑμῶνCopy Greek citation
25καὶ εἶπεν Μωυσῆς ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας ἃ ποιήσομεν κυρίῳ τῷ θεῷ ἡμῶνCopy Greek citation
26καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ᾿ ἡμῶν καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν ἀπ᾿ αὐτῶν γὰρ λημψόμεθα λατρεῦσαι κυρίῳ τῷ θεῷ ἡμῶν ἡμεῖς δὲ οὐκ οἴδαμεν τί λατρεύσωμεν κυρίῳ τῷ θεῷ
28καὶ λέγει Φαραω ἄπελθε ἀπ᾿ ἐμοῦ πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον ᾗ δ᾿ ἂν ἡμέρᾳ ὀφθῇς μοι ἀποθανῇCopy Greek citation