Bible ReaderEzekiel 2Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
2καὶ ἦλθεν ἐπ᾿ ἐμὲ πνεῦμα καὶ ἀνέλαβέν με καὶ ἐξῆρέν με καὶ ἔστησέν με ἐπὶ τοὺς πόδας μου καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρός μεCopy Greek citation
3καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ἐξαποστέλλω ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ισραηλ τοὺς παραπικραίνοντάς με οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας
5ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν διότι οἶκος παραπικραίνων ἐστίν καὶ γνώσονται ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶνCopy Greek citation
6καὶ σύ υἱὲ ἀνθρώπου μὴ φοβηθῇς αὐτοὺς μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν διότι παροιστρήσουσι καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλῳ καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς τοὺς λόγους αὐτῶν
7καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτούς ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν διότι οἶκος παραπικραίνων ἐστίνCopy Greek citation
8καὶ σύ υἱὲ ἀνθρώπου ἄκουε τοῦ λαλοῦντος πρὸς σέ μὴ γίνου παραπικραίνων καθὼς ὁ οἶκος ὁ παραπικραίνων χάνε τὸ στόμα σου καὶ φάγε ἃ ἐγὼ δίδωμί σοιCopy Greek citation
10καὶ ἀνείλησεν αὐτὴν ἐνώπιον ἐμοῦ καὶ ἐν αὐτῇ γεγραμμένα ἦν τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν καὶ ἐγέγραπτο εἰς αὐτὴν θρῆνος καὶ μέλος καὶ οὐαίCopy Greek citation