Bible ReaderHosea 10Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
1ἄμπελος εὐκληματοῦσα Ισραηλ ὁ καρπὸς αὐτῆς εὐθηνῶν κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτοῦ ἐπλήθυνεν τὰ θυσιαστήρια κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὐτοῦ ᾠκοδόμησεν στήλαςCopy Greek citation
2ἐμέρισαν καρδίας αὐτῶν νῦν ἀφανισθήσονται αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτῶν ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶνCopy Greek citation
3διότι νῦν ἐροῦσιν οὐκ ἔστιν βασιλεὺς ἡμῖν ὅτι οὐκ ἐφοβήθημεν τὸν κύριον ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖνCopy Greek citation
4λαλῶν ῥήματα προφάσεις ψευδεῖς διαθήσεται διαθήκην ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦCopy Greek citation
5τῷ μόσχῳ τοῦ οἴκου Ων παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν ὅτι ἐπένθησεν ὁ λαὸς αὐτοῦ ἐπ᾿ αὐτόν καὶ καθὼς παρεπίκραναν αὐτόν ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ ὅτι μετῳκίσθη ἀπ᾿
6καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ιαριμ ἐν δόματι Εφραιμ δέξεται καὶ αἰσχυνθήσεται Ισραηλ ἐν τῇ βουλῇ αὐτοῦCopy Greek citation
8καὶ ἐξαρθήσονται βωμοὶ Ων ἁμαρτήματα τοῦ Ισραηλ ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν καὶ ἐροῦσιν τοῖς ὄρεσιν καλύψατε ἡμᾶς καὶ τοῖς βουνοῖς πέσατε ἐφ᾿ ἡμᾶςCopy Greek citation
9ἀφ᾿ οὗ οἱ βουνοί ἥμαρτεν Ισραηλ ἐκεῖ ἔστησαν οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίαςCopy Greek citation
10ἦλθεν παιδεῦσαι αὐτούς καὶ συναχθήσονται ἐπ᾿ αὐτοὺς λαοὶ ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶνCopy Greek citation
11Εφραιμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς ἐπιβιβῶ Εφραιμ καὶ παρασιωπήσομαι Ιουδαν ἐνισχύσει αὐτῷ ΙακωβCopy Greek citation
12σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην τρυγήσατε εἰς καρπὸν ζωῆς φωτίσατε ἑαυτοῖς φῶς γνώσεως ἐκζητήσατε τὸν κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης ὑμῖνCopy Greek citation
13ἵνα τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε ἐφάγετε καρπὸν ψευδῆ ὅτι ἤλπισας ἐν τοῖς ἅρμασίν σου ἐν πλήθει δυνάμεώς σουCopy Greek citation
14καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται ὡς ἄρχων Σαλαμαν ἐκ τοῦ οἴκου Ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν
15οὕτως ποιήσω ὑμῖν οἶκος τοῦ Ισραηλ ἀπὸ προσώπου κακιῶν ὑμῶν ὄρθρου ἀπερρίφησαν ἀπερρίφη βασιλεὺς ΙσραηλCopy Greek citation