Bible ReaderHosea 13Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
1κατὰ τὸν λόγον Εφραιμ δικαιώματα αὐτὸς ἔλαβεν ἐν τῷ Ισραηλ καὶ ἔθετο αὐτὰ τῇ Βααλ καὶ ἀπέθανενCopy Greek citation
2καὶ προσέθετο τοῦ ἁμαρτάνειν ἔτι καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατ᾿ εἰκόνα εἰδώλων ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς αὐτοὶ λέγουσιν θύσατε ἀνθρώπους μόσχοι γὰρ ἐκλελοίπασινCopy Greek citation
3διὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη ὥσπερ χνοῦς ἀποφυσώμενος ἀφ᾿ ἅλωνος καὶ ὡς ἀτμὶς ἀπὸ ἀκρίδωνCopy Greek citation
4ἐγὼ δὲ κύριος ὁ θεός σου στερεῶν οὐρανὸν καὶ κτίζων γῆν οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν
6κατὰ τὰς νομὰς αὐτῶν καὶ ἐνεπλήσθησαν εἰς πλησμονήν καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν ἕνεκα τούτου ἐπελάθοντό μουCopy Greek citation
8ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη καὶ διαρρήξω συγκλεισμὸν καρδίας αὐτῶν καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ θηρία ἀγροῦ διασπάσει αὐτούςCopy Greek citation
10ποῦ ὁ βασιλεύς σου οὗτος καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσίν σου κρινάτω σε ὃν εἶπας δός μοι βασιλέα καὶ ἄρχονταCopy Greek citation
13ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ οὗτος ὁ υἱός σου οὐ φρόνιμος διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνωνCopy Greek citation
14ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς ποῦ ἡ δίκη σου θάνατε ποῦ τὸ κέντρον σου ᾅδη παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μουCopy Greek citation
15διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ ἐπάξει ἄνεμον καύσωνα κύριος ἐκ τῆς ἐρήμου ἐπ᾿ αὐτόν καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ ἐξερημώσει τὰς πηγὰς αὐτοῦ αὐτὸς καταξηρανεῖ τὴν