Bible ReaderIsaiah 32Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
2καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀφ᾿ ὕδατος φερομένου καὶ φανήσεται ἐν Σιων ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃCopy Greek citation
4καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνηνCopy Greek citation
6ὁ γὰρ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν τοῦ διασπεῖραι ψυχὰς πεινώσας καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς
7ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσειCopy Greek citation
9γυναῖκες πλούσιαι ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου θυγατέρες ἐν ἐλπίδι ἀκούσατε τοὺς λόγους μουCopy Greek citation
10ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ᾿ ἐλπίδος ἀνήλωται ὁ τρύγητος πέπαυται ὁ σπόρος καὶ οὐκέτι μὴ ἔλθῃCopy Greek citation
11ἔκστητε λυπήθητε αἱ πεποιθυῖαι ἐκδύσασθε γυμναὶ γένεσθε περιζώσασθε σάκκους τὰς ὀσφύαςCopy Greek citation
13ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσεται καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται πόλις πλουσίαCopy Greek citation
14οἶκοι ἐγκαταλελειμμένοι πλοῦτον πόλεως καὶ οἴκους ἐπιθυμητοὺς ἀφήσουσιν καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος εὐφροσύνη ὄνων ἀγρίων βοσκήματα ποιμένωνCopy Greek citation
15ἕως ἂν ἐπέλθῃ ἐφ᾿ ὑμᾶς πνεῦμα ἀφ᾿ ὑψηλοῦ καὶ ἔσται ἔρημος ὁ Χερμελ καὶ ὁ Χερμελ εἰς δρυμὸν λογισθήσεταιCopy Greek citation
17καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης εἰρήνη καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν καὶ πεποιθότες ἕως τοῦ αἰῶνοςCopy Greek citation
18καὶ κατοικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης καὶ ἐνοικήσει πεποιθώς καὶ ἀναπαύσονται μετὰ πλούτουCopy Greek citation
19ἡ δὲ χάλαζα ἐὰν καταβῇ οὐκ ἐφ᾿ ὑμᾶς ἥξει καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιθότες ὡς οἱ ἐν τῇ πεδινῇCopy Greek citation