Bible ReaderJeremiah 3Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
1ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ καὶ ἀπέλθῃ ἀπ᾿ αὐτοῦ καὶ γένηται ἀνδρὶ ἑτέρῳ μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσιν πολλοῖς καὶ ἀνέκαμπτες πρός με λέγει κύριοςCopy Greek citation
2ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλμούς σου καὶ ἰδέ ποῦ οὐχὶ ἐξεφύρθης ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν
3καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ ὄψις πόρνης ἐγένετό σοι ἀπηναισχύντησας πρὸς πάνταςCopy Greek citation
5μὴ διαμενεῖ εἰς τὸν αἰῶνα ἢ διαφυλαχθήσεται εἰς νεῖκος ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα καὶ ἠδυνάσθηςCopy Greek citation
6καὶ εἶπεν κύριος πρός με ἐν ταῖς ἡμέραις Ιωσια τοῦ βασιλέως εἶδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ισραηλ ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους
7καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα πρός με ἀνάστρεψον καὶ οὐκ ἀνέστρεψεν καὶ εἶδεν τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος ΙουδαCopy Greek citation
8καὶ εἶδον διότι περὶ πάντων ὧν κατελήμφθη ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ισραηλ καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς καὶ οὐκ ἐφοβήθη
10καὶ ἐν πᾶσιν τούτοις οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ιουδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς ἀλλ᾿ ἐπὶ ψεύδειCopy Greek citation
11καὶ εἶπεν κύριος πρός με ἐδικαίωσεν τὴν ψυχὴν αὐτοῦ Ισραηλ ἀπὸ τῆς ἀσυνθέτου ΙουδαCopy Greek citation
12πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν καὶ ἐρεῖς ἐπιστράφητι πρός με ἡ κατοικία τοῦ Ισραηλ λέγει κύριος καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ᾿ ὑμᾶς ὅτι ἐλεήμων
13πλὴν γνῶθι τὴν ἀδικίαν σου ὅτι εἰς κύριον τὸν θεόν σου ἠσέβησας καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας
14ἐπιστράφητε υἱοὶ ἀφεστηκότες λέγει κύριος διότι ἐγὼ κατακυριεύσω ὑμῶν καὶ λήμψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς ΣιωνCopy Greek citation
15καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ᾿ ἐπιστήμηςCopy Greek citation
16καὶ ἔσται ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις λέγει κύριος οὐκ ἐροῦσιν ἔτι κιβωτὸς διαθήκης ἁγίου Ισραηλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν οὐκ ὀνομασθήσεται οὐδὲ
17ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσιν τὴν Ιερουσαλημ θρόνος κυρίου καὶ συναχθήσονται εἰς αὐτὴν πάντα τὰ ἔθνη καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς
18ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται οἶκος Ιουδα ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν ἣν κατεκληρονόμησα
19καὶ ἐγὼ εἶπα γένοιτο κύριε ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν θεοῦ παντοκράτορος ἐθνῶν καὶ εἶπα πατέρα καλέσετέ με καὶ ἀπ᾿ ἐμοῦ οὐκ ἀποστραφήσεσθε
20πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ οὕτως ἠθέτησεν εἰς ἐμὲ οἶκος Ισραηλ λέγει κύριοςCopy Greek citation
21φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ισραηλ ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπελάθοντο θεοῦ ἁγίου αὐτῶνCopy Greek citation
22ἐπιστράφητε υἱοὶ ἐπιστρέφοντες καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν εἶCopy Greek citation
23ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων πλὴν διὰ κυρίου θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ ΙσραηλCopy Greek citation
24ἡ δὲ αἰσχύνη κατανάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος ἡμῶν τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶνCopy Greek citation
25ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν διότι ἔναντι τοῦ θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης καὶ