Bible ReaderJudges A 17Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
2καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ χιλίους καὶ ἑκατὸν ἀργυρίου τοὺς λημφθέντας σοι καὶ ἐξώρκισας καὶ εἶπας ἐν τοῖς ὠσίν μου ἰδοὺ τὸ ἀργύριον παρ᾿ ἐμοί ἐγὼ ἔλαβον αὐτό καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ εὐλογημένος ὁ υἱός μου τῷ κυρίῳCopy Greek citation
3καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ ἁγιασμῷ ἡγίασα τὸ ἀργύριον τῷ κυρίῳ ἐκ τῆς χειρός μου κατὰ μόνας τοῦ ποιῆσαι
4καὶ ἀπέδωκεν τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους τοῦ ἀργυρίου καὶ ἔδωκεν αὐτὸ τῷ χωνευτῇ καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν καὶ ἐγένετο
5καὶ ὁ ἀνὴρ Μιχα αὐτῷ οἶκος θεοῦ καὶ ἐποίησεν εφουδ καὶ θεραφιν καὶ ἐνέπλησεν τὴν χεῖρα ἑνὸς τῶν υἱῶν αὐτοῦ καὶ ἐγενήθη αὐτῷ εἰς ἱερέαCopy Greek citation
6ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίειCopy Greek citation
7καὶ ἐγένετο παιδάριον ἐκ Βηθλεεμ δήμου Ιουδα ἐκ τῆς συγγενείας Ιουδα καὶ αὐτὸς Λευίτης καὶ αὐτὸς παρῴκει ἐκεῖCopy Greek citation
8καὶ ἐπορεύθη ὁ ἀνὴρ ἐκ τῆς πόλεως Ιουδα ἐκ Βηθλεεμ παροικεῖν οὗ ἐὰν εὕρῃ καὶ ἐγενήθη εἰς ὄρος Εφραιμ ἕως οἴκου Μιχα τοῦ ποιῆσαι τὴν ὁδὸν αὐτοῦCopy Greek citation
9καὶ εἶπεν αὐτῷ Μιχα πόθεν ἔρχῃ καὶ εἶπεν πρὸς αὐτόν Λευίτης ἐγώ εἰμι ἐκ Βηθλεεμ Ιουδα καὶ ἐγὼ πορεύομαι παροικεῖν οὗ ἐὰν εὕρωCopy Greek citation
10καὶ εἶπεν αὐτῷ Μιχα κάθου μετ᾿ ἐμοῦ καὶ γενοῦ μοι εἰς πατέρα καὶ εἰς ἱερέα καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέρας καὶ ζεῦγος ἱματίων καὶ τὰ πρὸς τὸ
11καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί καὶ ἐγενήθη αὐτῷ τὸ παιδάριον ὡς εἷς τῶν υἱῶν αὐτοῦCopy Greek citation
12καὶ ἐνέπλησεν Μιχα τὴν χεῖρα τοῦ Λευίτου καὶ ἐγενήθη αὐτῷ τὸ παιδάριον εἰς ἱερέα καὶ ἦν ἐν τῷ οἴκῳ ΜιχαCopy Greek citation
13καὶ εἶπεν Μιχα νῦν ἔγνων ὅτι ἠγαθοποίησέν με κύριος ὅτι ἐγενήθη μοι ὁ Λευίτης εἰς ἱερέαCopy Greek citation