Bible ReaderNahum 2Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
1ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγγέλλοντος εἰρήνην ἑόρταζε Ιουδα τὰς ἑορτάς σου ἀπόδος τὰς εὐχάς σου διότι οὐ μὴ προσθήσωσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν συντετέλεσται ἐξῆρταιCopy Greek citation
2ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου ἐξαιρούμενος ἐκ θλίψεως σκόπευσον ὁδόν κράτησον ὀσφύος ἄνδρισαι τῇ ἰσχύι σφόδραCopy Greek citation
3διότι ἀπέστρεψεν κύριος τὴν ὕβριν Ιακωβ καθὼς ὕβριν τοῦ Ισραηλ διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτῶν διέφθειρανCopy Greek citation
4ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ καὶ οἱ ἱππεῖς θορυβηθήσονταιCopy Greek citation
5ἐν ταῖς ὁδοῖς καὶ συγχυθήσονται τὰ ἅρματα καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς καὶ ὡς ἀστραπαὶ διατρέχουσαιCopy Greek citation
6καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶν καὶ φεύξονται ἡμέρας καὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ αὐτῶν καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη καὶ ἑτοιμάσουσιν τὰς προφυλακὰς αὐτῶνCopy Greek citation
8καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη καὶ αὕτη ἀνέβαινεν καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο καθὼς περιστεραὶ φθεγγόμεναι ἐν καρδίαις αὐτῶνCopy Greek citation
9καὶ Νινευη ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν καὶ οὐκ ἦν ὁ ἐπιβλέπωνCopy Greek citation
10διήρπαζον τὸ ἀργύριον διήρπαζον τὸ χρυσίον καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς βεβάρυνται ὑπὲρ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτῆςCopy Greek citation
11ἐκτιναγμὸς καὶ ἀνατιναγμὸς καὶ ἐκβρασμὸς καὶ καρδίας θραυσμὸς καὶ ὑπόλυσις γονάτων καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφύν καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτραςCopy Greek citation
12ποῦ ἐστιν τὸ κατοικητήριον τῶν λεόντων καὶ ἡ νομὴ ἡ οὖσα τοῖς σκύμνοις οὗ ἐπορεύθη λέων τοῦ εἰσελθεῖν ἐκεῖ σκύμνος λέοντος καὶ οὐκ ἦν ὁ ἐκφοβῶνCopy Greek citation
13λέων ἥρπασεν τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξεν τοῖς λέουσιν αὐτοῦ καὶ ἔπλησεν θήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆςCopy Greek citation
14ἰδοὺ ἐγὼ ἐπὶ σέ λέγει κύριος παντοκράτωρ καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομφαία καὶ ἐξολεθρεύσω ἐκ τῆς γῆς τὴν θήραν σου καὶ οὐ μὴ