Bible ReaderOdes 12Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
1κύριε παντοκράτωρ ὁ θεὸς τῶν πατέρων ἡμῶν τοῦ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίουCopy Greek citation
3ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σουCopy Greek citation
5ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σουCopy Greek citation
7ὅτι σὺ εἶ κύριος ὕψιστος εὔσπλαγχνος μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπωνCopy Greek citation
8σὺ οὖν κύριε ὁ θεὸς τῶν δικαίων οὐκ ἔθου μετάνοιαν δικαίοις τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τοῖς οὐχ ἡμαρτηκόσιν σοι ἀλλ᾿ ἔθου μετάνοιαν ἐμοὶ τῷ ἁμαρτωλῷCopy Greek citation
9διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης ἐπλήθυναν αἱ ἀνομίαι μου κύριε ἐπλήθυναν καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μουCopy Greek citation
10κατακαμπτόμενος πολλῷ δεσμῷ σιδήρου εἰς τὸ ἀνανεῦσαί με ὑπὲρ ἁμαρτιῶν μου καὶ οὐκ ἔστιν μοι ἄνεσις διότι παρώργισα τὸν θυμόν σου καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα στήσας
13αἰτοῦμαι δεόμενός σου ἄνες μοι κύριε ἄνες μοι μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις
14καὶ ἐν ἐμοὶ δείξῃς τὴν ἀγαθωσύνην σου ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σουCopy Greek citation
15καὶ αἰνέσω σε διὰ παντὸς ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας αμηνCopy Greek citation