Bible ReaderPsalms Of Solomon 18Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
1κύριε τὸ ἔλεός σου ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου εἰς τὸν αἰῶνα ἡ χρηστότης σου μετὰ δόματος πλουσίου ἐπὶ ΙσραηλCopy Greek citation
2οἱ ὀφθαλμοί σου ἐπιβλέποντες ἐπ᾿ αὐτά καὶ οὐχ ὑστερήσει ἐξ αὐτῶν τὰ ὦτά σου ἐπακούει εἰς δέησιν πτωχοῦ ἐν ἐλπίδιCopy Greek citation
3τὰ κρίματά σου ἐπὶ πᾶσαν τὴν γῆν μετὰ ἐλέους καὶ ἡ ἀγάπη σου ἐπὶ σπέρμα Αβρααμ υἱοὺς ΙσραηλCopy Greek citation
4ἡ παιδεία σου ἐφ᾿ ἡμᾶς ὡς υἱὸν πρωτότοκον μονογενῆ ἀποστρέψαι ψυχὴν εὐήκοον ἀπὸ ἀμαθίας ἐν ἀγνοίᾳCopy Greek citation
5καθαρίσαι ὁ θεὸς Ισραηλ εἰς ἡμέραν ἐλέους ἐν εὐλογίᾳ εἰς ἡμέραν ἐκλογῆς ἐν ἀνάξει χριστοῦ αὐτοῦCopy Greek citation
6μακάριοι οἱ γενόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἃ ποιήσει γενεᾷ τῇ ἐρχομένῃCopy Greek citation
7ὑπὸ ῥάβδον παιδείας χριστοῦ κυρίου ἐν φόβῳ θεοῦ αὐτοῦ ἐν σοφίᾳ πνεύματος καὶ δικαιοσύνης καὶ ἰσχύοςCopy Greek citation
8κατευθῦναι ἄνδρα ἐν ἔργοις δικαιοσύνης φόβῳ θεοῦ καταστῆσαι πάντας αὐτοὺς ἐνώπιον κυρίουCopy Greek citation
10μέγας ἡμῶν ὁ θεὸς καὶ ἔνδοξος ἐν ὑψίστοις κατοικῶν ὁ διατάξας ἐν πορείᾳ φωστῆρας εἰς καιροὺς ὡρῶν ἀφ᾿ ἡμερῶν εἰς ἡμέρας καὶ οὐ παρέβησαν ἀπὸ ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς
11ἐν φόβῳ θεοῦ ἡ ὁδὸς αὐτῶν καθ᾿ ἑκάστην ἡμέραν ἀφ᾿ ἧς ἡμέρας ἔκτισεν αὐτοὺς ὁ θεὸς καὶ ἕως αἰῶνοςCopy Greek citation
12καὶ οὐκ ἐπλανήθησαν ἀφ᾿ ἧς ἡμέρας ἔκτισεν αὐτούς ἀπὸ γενεῶν ἀρχαίων οὐκ ἀπέστησαν ὁδῶν αὐτῶν εἰ μὴ ὁ θεὸς ἐνετείλατο αὐτοῖς ἐν ἐπιταγῇ δούλων αὐτοῦCopy Greek citation