Bible ReaderPsalms Of Solomon 5Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
1κύριε ὁ θεός αἰνέσω τῷ ὀνόματί σου ἐν ἀγαλλιάσει ἐν μέσῳ ἐπισταμένων τὰ κρίματά σου τὰ δίκαιαCopy Greek citation
2ὅτι σὺ χρηστὸς καὶ ἐλεήμων ἡ καταφυγὴ τοῦ πτωχοῦ ἐν τῷ κεκραγέναι με πρὸς σὲ μὴ παρασιωπήσῃς ἀπ᾿ ἐμοῦCopy Greek citation
3οὐ γὰρ λήψεταί τις σκῦλα παρὰ ἀνδρὸς δυνατοῦ καὶ τίς λήψεται ἀπὸ πάντων ὧν ἐποίησας ἐὰν μὴ σὺ δῷςCopy Greek citation
4ὅτι ἄνθρωπος καὶ ἡ μερὶς αὐτοῦ παρὰ σοῦ ἐν σταθμῷ οὐ προσθήσει τοῦ πλεονάσαι παρὰ τὸ κρίμα σου ὁ θεόςCopy Greek citation
5ἐν τῷ θλίβεσθαι ἡμᾶς ἐπικαλεσόμεθά σε εἰς βοήθειαν καὶ σὺ οὐκ ἀποστρέψῃ τὴν δέησιν ἡμῶν ὅτι σὺ ὁ θεὸς ἡμῶν εἶCopy Greek citation
9τὰ πετεινὰ καὶ τοὺς ἰχθύας σὺ τρέφεις ἐν τῷ διδόναι σε ὑετὸν ἐρήμοις εἰς ἀνατολὴν χλόηςCopy Greek citation
10ἡτοίμασας χορτάσματα ἐν ἐρήμῳ παντὶ ζῶντι καὶ ἐὰν πεινάσωσιν πρὸς σὲ ἀροῦσιν πρόσωπον αὐτῶνCopy Greek citation
11τοὺς βασιλεῖς καὶ ἄρχοντας καὶ λαοὺς σὺ τρέφεις ὁ θεός καὶ πτωχοῦ καὶ πένητος ἡ ἐλπὶς τίς ἐστιν εἰ μὴ σύ κύριεCopy Greek citation
12καὶ σὺ ἐπακούσῃ ὅτι τίς χρηστὸς καὶ ἐπιεικὴς ἀλλ᾿ ἢ σὺ εὐφρᾶναι ψυχὴν ταπεινοῦ ἐν τῷ ἀνοῖξαι χεῖρά σου ἐν ἐλέειCopy Greek citation
13ἡ χρηστότης ἀνθρώπου ἐν φειδοῖ καὶ ἡ αὔριον καὶ ἐὰν δευτερώσῃ ἄνευ γογγυσμοῦ καὶ τοῦτο θαυμάσειαςCopy Greek citation
14τὸ δὲ δόμα σου πολὺ μετὰ χρηστότητος καὶ πλούσιον καὶ οὗ ἐστιν ἡ ἐλπὶς ἐπὶ σέ οὐ φείσεται ἐν δόματιCopy Greek citation
16μακάριος οὗ μνημονεύει ὁ θεὸς ἐν συμμετρίᾳ αὐταρκείας ἐὰν ὑπερπλεονάσῃ ὁ ἄνθρωπος ἐξαμαρτάνειCopy Greek citation
17ἱκανὸν τὸ μέτριον ἐν δικαιοσύνῃ καὶ ἐν τούτῳ ἡ εὐλογία κυρίου εἰς πλησμονὴν ἐν δικαιοσύνῃCopy Greek citation
18εὐφρανθείησαν οἱ φοβούμενοι κύριον ἐν ἀγαθοῖς καὶ ἡ χρηστότης σου ἐπὶ Ισραηλ ἐν τῇ βασιλείᾳ σουCopy Greek citation