Bible ReaderTobit Ba 10Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
1καὶ Τωβιτ ὁ πατὴρ αὐτοῦ ἐλογίζετο ἑκάστης ἡμέρας καὶ ὡς ἐπληρώθησαν αἱ ἡμέραι τῆς πορείας καὶ οὐκ ἤρχοντοCopy Greek citation
2εἶπεν μήποτε κατῄσχυνται ἢ μήποτε ἀπέθανεν Γαβαηλ καὶ οὐδεὶς δίδωσιν αὐτῷ τὸ ἀργύριονCopy Greek citation
4εἶπεν δὲ αὐτῷ ἡ γυνή ἀπώλετο τὸ παιδίον διότι κεχρόνικεν καὶ ἤρξατο θρηνεῖν αὐτὸν καὶ εἶπενCopy Greek citation
7καὶ εἶπεν αὐτῷ σίγα μὴ πλάνα με ἀπώλετο τὸ παιδίον μου καὶ ἐπορεύετο καθ᾿ ἡμέραν εἰς τὴν ὁδὸν ἔξω οἵας ἀπῆλθεν ἡμέρας τε ἄρτον οὐκ ἤσθιεν τὰς δὲ νύκτας οὐ
8εἶπεν δὲ Τωβιας τῷ Ραγουηλ ἐξαπόστειλόν με ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐκέτι ἐλπίζουσιν ὄψεσθαί μεCopy Greek citation
9εἶπεν δὲ αὐτῷ ὁ πενθερὸς αὐτοῦ μεῖνον παρ᾿ ἐμοί κἀγὼ ἐξαποστελῶ πρὸς τὸν πατέρα σου καὶ δηλώσουσιν αὐτῷ τὰ κατὰ σέ καὶ Τωβιας λέγει οὐχί ἀλλὰ ἐξαπόστειλόν με πρὸς
10ἀναστὰς δὲ Ραγουηλ ἔδωκεν αὐτῷ Σαρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὰ ἥμισυ τῶν ὑπαρχόντων σώματα καὶ κτήνη καὶ ἀργύριονCopy Greek citation
11καὶ εὐλογήσας αὐτοὺς ἐξαπέστειλεν λέγων εὐοδώσει ὑμᾶς τέκνα ὁ θεὸς τοῦ οὐρανοῦ πρὸ τοῦ με ἀποθανεῖνCopy Greek citation
12καὶ εἶπεν τῇ θυγατρὶ αὐτοῦ τίμα τοὺς πενθερούς σου αὐτοὶ νῦν γονεῖς σού εἰσιν ἀκούσαιμί σου ἀκοὴν καλήν καὶ ἐφίλησεν αὐτήνCopy Greek citation
13καὶ Εδνα εἶπεν πρὸς Τωβιαν ἄδελφε ἀγαπητέ ἀποκαταστήσαι σε ὁ κύριος τοῦ οὐρανοῦ καὶ δῴη μοι ἰδεῖν σου παιδία ἐκ Σαρρας τῆς θυγατρός μου ἵνα εὐφρανθῶ ἐνώπιον τοῦ κυρίου
14μετὰ ταῦτα ἐπορεύετο Τωβιας εὐλογῶν τὸν θεόν ὅτι εὐόδωσεν τὴν ὁδὸν αὐτοῦ καὶ κατευλόγει Ραγουηλ καὶ Εδναν τὴν γυναῖκα αὐτοῦCopy Greek citation