Bible ReaderTobit Ba 12Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
1καὶ ἐκάλεσεν Τωβιτ Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ ὅρα τέκνον μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι καὶ προσθεῖναι αὐτῷ δεῖCopy Greek citation
3ὅτι με ἀγείοχέν σοι ὑγιῆ καὶ τὴν γυναῖκά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριόν μου ἤνεγκεν καὶ σὲ ὁμοίως ἐθεράπευσενCopy Greek citation
6τότε καλέσας τοὺς δύο κρυπτῶς εἶπεν αὐτοῖς εὐλογεῖτε τὸν θεὸν καὶ αὐτῷ ἐξομολογεῖσθε μεγαλωσύνην δίδοτε αὐτῷ καὶ ἐξομολογεῖσθε ἐνώπιον πάντων τῶν ζώντων περὶ ὧν ἐποίησεν μεθ᾿ ὑμῶν ἀγαθὸν
7μυστήριον βασιλέως καλὸν κρύψαι τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως ἀγαθὸν ποιήσατε καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶςCopy Greek citation
8ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης ἢ πολὺ μετὰ ἀδικίας καλὸν ποιῆσαι ἐλεημοσύνην ἢ θησαυρίσαι χρυσίονCopy Greek citation
9ἐλεημοσύνη γὰρ ἐκ θανάτου ῥύεται καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν οἱ ποιοῦντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωῆςCopy Greek citation
11οὐ μὴ κρύψω ἀφ᾿ ὑμῶν πᾶν ῥῆμα εἴρηκα δή μυστήριον βασιλέως κρύψαι καλόν τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξωςCopy Greek citation
12καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σαρρα ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς ὡσαύτως συμπαρήμην σοιCopy Greek citation
13καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρόν οὐκ ἔλαθές με ἀγαθοποιῶν ἀλλὰ σὺν σοὶ ἤμηνCopy Greek citation
15ἐγώ εἰμι Ραφαηλ εἷς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων οἳ προσαναφέρουσιν τὰς προσευχὰς τῶν ἁγίων καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίουCopy Greek citation
17καὶ εἶπεν αὐτοῖς μὴ φοβεῖσθε εἰρήνη ὑμῖν ἔσται τὸν δὲ θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶναCopy Greek citation
18ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ ἡμῶν ἦλθον ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶναCopy Greek citation
19πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτεCopy Greek citation
20καὶ νῦν ἐξομολογεῖσθε τῷ θεῷ διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίονCopy Greek citation
22καὶ ἐξωμολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ τοῦ θεοῦ καὶ ὡς ὤφθη αὐτοῖς ὁ ἄγγελος κυρίουCopy Greek citation