Bible ReaderTobit S 13Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
2εὐλογητὸς ὁ θεὸς ὁ ζῶν εἰς τὸν αἰῶνα καὶ ἡ βασιλεία αὐτοῦ ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεᾷ κατάγει ἕως ᾅδου κατωτάτω τῆς γῆς καὶ αὐτὸς ἀνάγει ἐκ τῆς ἀπωλείας τῆς μεγάλης καὶ οὐκ ἔστιν οὐδέν ὃ ἐκφεύξεται τὴν χεῖρα αὐτοῦCopy Greek citation
3ἐξομολογεῖσθε αὐτῷ οἱ υἱοὶ Ισραηλ ἐνώπιον τῶν ἐθνῶν ὅτι αὐτὸς διέσπειρεν ὑμᾶς ἐν αὐτοῖςCopy Greek citation
4καὶ ἐκεῖ ὑπέδειξεν ὑμῖν τὴν μεγαλωσύνην αὐτοῦ καὶ ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος καθότι αὐτὸς ἡμῶν κύριός ἐστιν καὶ αὐτὸς θεὸς ἡμῶν καὶ αὐτὸς πατὴρ ἡμῶν καὶ αὐτὸς θεὸς
5μαστιγώσει ὑμᾶς ἐπὶ ταῖς ἀδικίαις ὑμῶν καὶ πάντας ὑμᾶς ἐλεήσει ἐκ πάντων τῶν ἐθνῶν ὅπου ἂν διασκορπισθῆτε ἐν αὐτοῖςCopy Greek citation
6ὅταν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλῃ τῇ καρδίᾳ ὑμῶν καὶ ἐν ὅλῃ τῇ ψυχῇ ὑμῶν ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν τότε ἐπιστρέψει πρὸς ὑμᾶς καὶ οὐ μὴ κρύψῃ τὸ πρόσωπον αὐτοῦ
7καὶ νῦν θεάσασθε ἃ ἐποίησεν μεθ᾿ ὑμῶν καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ὅλῳ τῷ στόματι ὑμῶν καὶ εὐλογήσατε τὸν κύριον τῆς δικαιοσύνης καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνωνCopy Greek citation
12καὶ εὐφράναι ἐν σοὶ πάντας τοὺς αἰχμαλώτους καὶ ἀγαπήσαι ἐν σοὶ πάντας τοὺς ταλαιπώρους εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνοςCopy Greek citation
13φῶς λαμπρὸν λάμψει εἰς πάντα τὰ πέρατα τῆς γῆς ἔθνη πολλὰ μακρόθεν ἥξει σοι καὶ κάτοικοι πάντων τῶν ἐσχάτων τῆς γῆς πρὸς τὸ ὄνομα τὸ ἅγιόν σου καὶ τὰ δῶρα
14ἐπικατάρατοι πάντες οἳ ἐροῦσιν λόγον σκληρόν ἐπικατάρατοι ἔσονται πάντες οἱ καθαιροῦντές σε καὶ κατασπῶντες τὰ τείχη σου καὶ πάντες οἱ ἀνατρέποντες τοὺς πύργους σου καὶ ἐμπυρίζοντες τὰς οἰκήσεις
15τότε πορεύθητι καὶ ἀγαλλίασαι πρὸς τοὺς υἱοὺς τῶν δικαίων ὅτι πάντες ἐπισυναχθήσονται καὶ εὐλογήσουσιν τὸν κύριον τοῦ αἰῶνος μακάριοι οἱ ἀγαπῶντές σε καὶ μακάριοι οἳ χαρήσονται ἐπὶ τῇ εἰρήνῃ
16καὶ μακάριοι πάντες οἱ ἄνθρωποι οἳ ἐπὶ σοὶ λυπηθήσονται ἐπὶ πάσαις ταῖς μάστιξίν σου ὅτι ἐν σοὶ χαρήσονται καὶ ὄψονται πᾶσαν τὴν χαράν σου εἰς τὸν αἰῶνα ἡ ψυχή μου
17ὅτι Ιερουσαλημ οἰκοδομηθήσεται τῇ πόλει οἶκος αὐτοῦ εἰς πάντας τοὺς αἰῶνας μακάριος ἔσομαι ἂν γένηται τὸ κατάλειμμα τοῦ σπέρματός μου ἰδεῖν τὴν δόξαν σου καὶ ἐξομολογήσασθαι τῷ βασιλεῖ τοῦ
18καὶ αἱ θύραι Ιερουσαλημ ᾠδὰς ἀγαλλιάματος ἐροῦσιν καὶ πᾶσαι αἱ οἰκίαι αὐτῆς ἐροῦσιν αλληλουια εὐλογητὸς ὁ θεὸς τοῦ Ισραηλ καὶ εὐλογητοὶ εὐλογήσουσιν τὸ ὄνομα τὸ ἅγιον εἰς τὸν αἰῶνα