Bible ReaderTobit S 4Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
1ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐμνήσθη Τωβιθ τοῦ ἀργυρίου ὃ παρέθετο Γαβαήλῳ ἐν Ῥάγοις τῆς ΜηδίαςCopy Greek citation
2καὶ εἶπεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἰδοὺ ἐγὼ ᾐτησάμην θάνατον τί οὐχὶ καλῶ Τωβιαν τὸν υἱόν μου καὶ ὑποδείξω αὐτῷ περὶ τοῦ ἀργυρίου τούτου πρὶν ἀποθανεῖν μεCopy Greek citation
3καὶ ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτόν καὶ εἶπεν αὐτῷ θάψον με καλῶς καὶ τίμα τὴν μητέρα σου καὶ μὴ ἐγκαταλίπῃς αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς
4μνήσθητι αὐτῆς παιδίον ὅτι κινδύνους πολλοὺς ἑώρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ὅταν ἀποθάνῃ θάψον αὐτὴν παρ᾿ ἐμοὶ ἐν ἑνὶ τάφῳCopy Greek citation
5καὶ πάσας τὰς ἡμέρας σου παιδίον τοῦ κυρίου μνημόνευε καὶ μὴ θελήσῃς ἁμαρτεῖν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ δικαιοσύνας ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ μὴ πορευθῇς
19δώσει κύριος αὐτοῖς βουλὴν ἀγαθήν καὶ ὃν ἂν θέλῃ κύριος ταπεινοῖ ἕως ᾅδου κατωτάτω καὶ νῦν παιδίον μνημόνευε τὰς ἐντολὰς ταύτας καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σουCopy Greek citation
20καὶ νῦν παιδίον ὑποδεικνύω σοι ὅτι δέκα τάλαντα ἀργυρίου παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρι ἐν Ῥάγοις τῆς ΜηδίαςCopy Greek citation
21καὶ μὴ φοβοῦ παιδίον ὅτι ἐπτωχεύσαμεν ὑπάρχει σοι πολλὰ ἀγαθά ἐὰν φοβηθῇς τὸν θεὸν καὶ φύγῃς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὰ ἀγαθὰ ἐνώπιον κυρίου τοῦ θεοῦ σουCopy Greek citation