Bible ReaderTobit S 9Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
2Αζαρια ἄδελφε παράλαβε μετὰ σεαυτοῦ τέσσαρας οἰκέτας καὶ καμήλους δύο καὶ πορεύθητι εἰς Ῥάγας καὶ ἧκε παρὰ Γαβαήλῳ καὶ δὸς αὐτῷ τὸ χειρόγραφον καὶ κόμισαι τὸ ἀργύριον καὶ παράλαβε αὐτὸν μετὰ σοῦ εἰς τοὺς γάμουςCopy Greek citation
3-4σὺ γὰρ γινώσκεις ὅτι ἔσται ἀριθμῶν ὁ πατὴρ τὰς ἡμέρας καὶ ἐὰν χρονίσω ἡμέραν μίαν λυπήσω αὐτὸν λίαν καὶ θεωρεῖς τί ὤμοσεν Ραγουηλ καὶ οὐ δύναμαι παραβῆναι τὸν ὅρκον
5καὶ ἐπορεύθη Ραφαηλ καὶ οἱ τέσσαρες οἰκέται καὶ αἱ δύο κάμηλοι εἰς Ῥάγας τῆς Μηδίας καὶ ηὐλίσθησαν παρὰ Γαβαήλῳ καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον αὐτοῦ καὶ ὑπέδειξεν
6καὶ ὤρθρισαν κοινῶς καὶ εἰσῆλθον εἰς τὸν γάμον καὶ εἰσῆλθον εἰς τὰ Ραγουηλ καὶ εὗρον Τωβιαν ἀνακείμενον καὶ ἀνεπήδησεν καὶ ἠσπάσατο αὐτόν καὶ ἔκλαυσεν καὶ εὐλόγησεν αὐτὸν