Bible ReaderZechariah 4Rahlfs Greek SeptuagintWorkGenesisExodusLeviticusNumbersDeuteronomyRuth1 Samuel2 Samuel1 Kings2 Kings1 Chronicles2 ChroniclesEstherJobPsalmsProverbsEcclesiastesSong Of SolomonIsaiahJeremiahLamentationsEzekielHoseaJoelAmosObadiahJonahMicahNahumHabakkukZephaniahHaggaiZechariahMalachi1 Esdras1 Maccabees2 Esdras2 Maccabees3 Maccabees4 MaccabeesBaruchBel And The Dragon OgBel And The Dragon ThDaniel OgDaniel ThEpistle Of JeremiahJoshua AJoshua BJudges AJudges BJudithOdesPsalms Of SolomonSirachSusanna OgSusanna ThTobit BaTobit SWisdom Of Solomon
1καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦCopy Greek citation
2καὶ εἶπεν πρός με τί σύ βλέπεις καὶ εἶπα ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆςCopy Greek citation
4καὶ ἐπηρώτησα καὶ εἶπον πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων τί ἐστιν ταῦτα κύριεCopy Greek citation
5καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με οὐ γινώσκεις τί ἐστιν ταῦτα καὶ εἶπα οὐχί κύριεCopy Greek citation
6καὶ ἀπεκρίθη καὶ εἶπεν πρός με λέγων οὗτος ὁ λόγος κυρίου πρὸς Ζοροβαβελ λέγων οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύι ἀλλ᾿ ἢ ἐν πνεύματί μου λέγει κύριος παντοκράτωρ
7τίς εἶ σύ τὸ ὄρος τὸ μέγα πρὸ προσώπου Ζοροβαβελ τοῦ κατορθῶσαι καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆςCopy Greek citation
9αἱ χεῖρες Ζοροβαβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν καὶ ἐπιγνώσῃ διότι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέCopy Greek citation
10διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς καὶ χαροῦνται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβαβελ ἑπτὰ οὗτοι ὀφθαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν
11καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν τί αἱ δύο ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμωνCopy Greek citation
12καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας