Greek: Rahlfs — Psalms
1 τῷ Δαυιδ συνέσεως μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι
A Psalm of instruction by David. Blessed are they whose transgressions are forgiven, And whose sins are covered.
Copy Greek citation Copy
2 μακάριος ἀνήρ οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος
Blessed is the man to whom the Lord will not impute sin, And in whose mouth there is no guile.
Copy Greek citation Copy
3 ὅτι ἐσίγησα ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν
Because I kept silence, my bones waxed old, From my crying all the day.
Copy Greek citation Copy
4 ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ᾿ ἐμὲ ἡ χείρ σου ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναι ἄκανθαν διάψαλμα
For day and night thy hand was heavy upon me: I became thoroughly miserable while a thorn was fastened in me. Pause.
Copy Greek citation Copy
5 τὴν ἁμαρτίαν μου ἐγνώρισα καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα εἶπα ἐξαγορεύσω κατ᾿ ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου διάψαλμα
6 ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος πρὸς σὲ ἐν καιρῷ εὐθέτῳ πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν
Therefore shall every holy one pray to thee in a fit time: Only in the deluge of many waters they shall not come nigh to him.
Copy Greek citation Copy
7 σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με τὸ ἀγαλλίαμά μου λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με διάψαλμα
Thou art my refuge from the affliction that encompasses me; My joy, to deliver me from them that have compassed me. Pause.
Copy Greek citation Copy
8 συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου
I will instruct thee and guide thee in this way wherein thou shalt go: I will fix mine eyes upon thee.
Copy Greek citation Copy
9 μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος οἷς οὐκ ἔστιν σύνεσις ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι τῶν μὴ ἐγγιζόντων πρὸς σέ
Be ye not as horse and mule, which have no understanding: But thou must constrain their jaws with bit and curb, Lest they should come nigh to thee.
Copy Greek citation Copy
10 πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ τὸν δὲ ἐλπίζοντα ἐπὶ κύριον ἔλεος κυκλώσει
Many are the scourges of the sinner: But him that hopes in the Lord mercy shall compass about.
Copy Greek citation Copy
11 εὐφράνθητε ἐπὶ κύριον καὶ ἀγαλλιᾶσθε δίκαιοι καὶ καυχᾶσθε πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ
Be glad in the Lord, and exult, ye righteous: And glory, all ye that are upright in heart.
Copy Greek citation Copy